Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.309 Joseph. AJ 15.314 (English) >>Joseph. AJ 15.319

15.312τὸ δὲ σύμπαν ἀμήτου περὶ τὴν γῆν ὑποφανέντος οὐκ ἔλαττον πέντε μυριάδας ἀνθρώπων, οὓς αὐτὸς ἔθρεψεν καὶ περιεποίησεν, εἰς τὴν χώραν διέπεμψεν, καὶ τοῦτον τὸν τρόπον κακωθεῖσαν αὐτῷ τὴν βασιλείαν ὑπὸ πάσης φιλοτιμίας καὶ σπουδῆς ἀναλαβὼν οὐχ ἥκιστα καὶ τοὺς πέριξ ἐν ταῖς αὐταῖς κακοπαθείαις ὄντας ἐπεκούφισεν. 15.313οὐ γὰρ ἔσθʼ ὅστις ὑπὸ χρείας ἐντυχὼν ἀπελείφθη μὴ βοήθειαν εὕρασθαι κατὰ τὴν ἀξίαν. ἀλλὰ καὶ δῆμοι καὶ πόλεις καὶ τῶν ἰδιωτῶν ὅσοις ἀπορία διὰ τὸ πλειόνων προΐστασθαι συνετύγχανεν, ἐπʼ αὐτὸν καταφεύγοντες ἔσχον ὧν ἐδεήθησαν, 15.314ὥστε γενέσθαι λογιζομένων τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, δὲ κόρος δύναται μεδίμνους Ἀττικοὺς δέκα, τοὺς δʼ εἰς αὐτὴν τὴν βασιλείαν περὶ ὀκτάκις μυρίους. 15.315ταύτην δʼ αὐτοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῆς χάριτος εὐκαιρίαν οὕτως ἐν αὐτοῖς τε τοῖς Ἰουδαίοις ἰσχῦσαι συνέβη καὶ διαβοηθῆναι παρὰ τοῖς ἄλλοις, ὥστε τὰ μὲν πάλαι μίση κινηθέντα διὰ τὸ παραχαράττειν ἔνια τῶν ἐθῶν καὶ τῆς βασιλείας ἐξαιρεθῆναι καὶ τοῦ παντὸς ἔθνους, ἀντικατάλλαγμα δὲ φαίνεσθαι τὴν ἐν τῇ βοηθείᾳ τῶν δεινοτάτων φιλοτιμίαν. 15.316εὔκλεια δὲ καὶ παρὰ τῶν ἔξωθεν ἦν, καὶ δοκεῖ τὰ δυσχερῆ συμβῆναι μὲν αὐτῷ μείζω λόγου, κακώσαντα δὲ τὴν βασιλείαν οὐχ ἥκιστα πρὸς εὐδοξίαν ὠφελῆσαι· τὸ γὰρ ἐν ταῖς ἀπορίαις μεγαλόψυχον παρὰ δόξαν ἐπιδειξάμενος ἀντιμετέστησε τοὺς πολλούς, ὡς ἐξ ὑπαρχῆς δοκεῖν οὐχ οἷον πεῖρα τῶν πάλαι γεγενημένων, ἀλλʼ οἷον μετὰ τῆς χρείας ἐπιμέλεια παρεστήσατο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.309 Joseph. AJ 15.314 (English) >>Joseph. AJ 15.319

Powered by PhiloLogic